Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.110 Dem. 21.113 (English) >>Dem. 21.116

21.112εἰ γὰρ εἰπεῖν τι καὶ περὶ τούτων ἤδη δεῖ, οὐ μέτεστι τῶν ἴσων οὐδὲ τῶν ὁμοίων, ἄνδρες Ἀθηναῖοι, πρὸς τοὺς πλουσίους τοῖς λοιποῖς ἡμῖν, οὐ μέτεστιν, οὔ· ἀλλὰ καὶ χρόνοι τούτοις τοῦ τὴν δίκην ὑποσχεῖν, οὓς ἂν αὐτοὶ βούλωνται, δίδονται, καὶ τἀδικήμαθʼ ἕωλα τὰ τούτων ὡς ὑμᾶς καὶ ψύχρʼ ἀφικνεῖται, τῶν δʼ ἄλλων ἡμῶν ἕκαστος, ἄν τι συμβῇ, πρόσφατος κρίνεται. καὶ μάρτυρές εἰσιν ἕτοιμοι τούτοις καὶ συνήγοροι πάντες καθʼ ἡμῶν εὐτρεπεῖς· ἐμοὶ δʼ οὐδὲ τἀληθῆ μαρτυρεῖν ἐθέλοντας ὁρᾶτʼ ἐνίους. 21.113ταῦτα μὲν οὖν ἀπείποι τις ἄν, οἶμαι, θρηνῶν. τὸν δὲ νόμον μοι λέγʼ ἐφεξῆς, ὥσπερ ἠρξάμην. λέγε.Νόμος

ἐάν τις Ἀθηναίων λαμβάνῃ παρά τινος, αὐτὸς διδῷ ἑτέρῳ, διαφθείρῃ τινὰς ἐπαγγελλόμενος, ἐπὶ βλάβῃ τοῦ δήμου ἰδίᾳ τινὸς τῶν πολιτῶν, τρόπῳ μηχανῇ ᾑτινιοῦν, ἄτιμος ἔστω καὶ παῖδες καὶ τὰ ἐκείνου.

21.114οὕτω τοίνυν οὗτός ἐστʼ ἀσεβὴς καὶ μιαρὸς καὶ πᾶν ἂν ὑποστὰς εἰπεῖν καὶ πρᾶξαι, εἰ δʼ ἀληθὲς ψεῦδος πρὸς ἐχθρὸν φίλον τὰ τοιαῦτα, ἀλλʼ οὐδʼ ὁτιοῦν διορίζων, ὥστʼ ἐπαιτιασάμενός με φόνου καὶ τοιοῦτο πρᾶγμʼ ἐπαγαγών, εἴασε μέν μʼ εἰσιτητήριʼ ὑπὲρ τῆς βουλῆς ἱεροποιῆσαι καὶ θῦσαι καὶ κατάρξασθαι τῶν ἱερῶν ὑπὲρ ὑμῶν καὶ ὅλης τῆς πόλεως,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.110 Dem. 21.113 (English) >>Dem. 21.116

Powered by PhiloLogic